Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.406 Joseph. AJ 12.410 (English) >>Joseph. AJ 12.415

12.408 δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ἱεροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως· Ἰούδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων. 12.409τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἵων ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν. 12.410οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας. ἐπιδιώκων δὲ Ἰούδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους. 12.411οἱ δʼ ἐν αὐταῖς ἀκούσαντες ἐξεπήδων ὡπλισμένοι καὶ τοῖς φεύγουσιν ὑπαντῶντες ἔκτεινον αὐτοὺς γενόμενοι κατὰ πρόσωπον, ὥστʼ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν ὄντων αὐτῶν ἐνακισχιλίων. 12.412τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ἰουδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου. ἄγουσιν δʼ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ἰουδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.406 Joseph. AJ 12.410 (English) >>Joseph. AJ 12.415

Powered by PhiloLogic